Wednesday, December 1, 2010

Ἅγιος Νικόλαος Καβάσιλας

Ὁ δὲ Σωτὴρ τοῖς ἐν αὐτῷ ζῶσιν οὕτως ἀεὶ καὶ
κατὰ πάντα σύνεστι τρόπον, ὥστε πᾶσαν χρείαν παρέχει,
κατὰ πάντα σύνεστι τρόπον, ὥστε πᾶσαν χρείαν παρέχει,
καὶ πάντα αὐτοῖς ἐστι, καὶ οὐκ ἐᾷ πρὸς ἄλλο τι τῶν πάντων
ἰδεῖν οὐδὲ ζητεῖν ἑτέρωθεν οὐδέν· οὐ γάρ ἐστιν οὗ δεηθεῖσιν,
ὅπερ οὐκ αὐτός ἐστι τοῖς ἁγίοις. Καὶ γεννᾷ γάρ, καὶ
αὔξει, καὶ τρέφει, καὶ φῶς ἐστι καὶ πνοή. Καὶ πλάττει
μὲν αὐτοῖς ὀφθαλμόν, ἑαυτῷ· φωτίζει δὲ ἑαυτῷ πάλιν·
παρέχει δὲ ὁρᾷν ἑαυτόν. Καὶ τροφεὺς ὤν, καὶ τροφή ἐστι·
καὶ αὐτὸς μέν ἐστι ὁ παρέχων «τὸν ἄρτον τῆς ζωῆς»,
αὐτὸς δέ ἐστιν ὃ παρέχει. Καὶ ζωὴ μέν ἐστι ζῶσιν,
ἀναπνέουσι δὲ μύρον, ἱμάτιον δὲ ἐνδύσασθαι βουλομένοις.
Καὶ μὴν αὐτὸς μέν ἐστιν ᾧ δυνάμεθα βαδίζειν, αὐτὸς δέ
ἐστιν ἡ ὁδός, καὶ πρός γε ἔτι τὸ κατάλυμα τῆς ὁδοῦ καὶ
τὸ πέρας. Μέλη ἐσμέν, ἐκεῖνος κεφαλή. Ἀγωνίζεσθαι δέον,
συναγωνίζεται· εὐδοκιμοῦσιν, ἀγωνοθέτης ἐστί· νικῶμεν,
στέφανος ἐκεῖνος εὐθύς.

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
Περὶ τῆς ἐν Χριστῷ ζωῆς
Α´


 

No comments:

Post a Comment