Wednesday, June 22, 2011

Saint Nicholas Kavasilas: The Mysteries and the Age to Come


Ἡ ἐν Χριστῷ ζωὴ φύεται μὲν ἐν τῷδε τῷ βίῳ καὶ τὰς
ἀρχὰς ἐντεῦθεν λαμβάνει· τελειοῦται δὲ ἐπὶ τοῦ μέλλοντος,
ἐπειδὰν εἰς ἐκείνην ἀφικώμεθα τὴν ἡμέραν. Καὶ οὔτε ὁ βίος
οὗτος τελείως δύναται ταύτην ἐνθεῖναι ταῖς τῶν ἀνθρώπων
ψυχαῖς, οὔτε ὁ μέλλων μὴ τὰς ἀρχὰς ἐντεῦθεν λαβών. Ἐπὶ
μὲν γὰρ τοῦ παρόντος, τὸ σαρκίον ἐπισκοτεῖ, καὶ ἡ ἐκεῖθεν
νεφέλη καὶ φθορά, «μὴ δυναμένη τὴν ἀφθαρσίαν κληρονο-
μεῖν»· ὅθεν ὁ Παῦλος τὸ ἀναλῦσαι πρὸς τὸ συνεῖναι
Χριστῷ καὶ μάλα ἐνόμισε φέρειν· «ἀναλῦσαι γάρ, φησί, καὶ
σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον.» Ὅ τε μέλλων
οὓς ἂν μὴ τὰς δυνάμεις καὶ τὰς αἰσθήσεις ὧν ἂν δέοι πρὸς
τὸν βίον ἐκεῖνον ἔχοντας λάβοι, τούτοις οὐδὲν ἔσται πλέον
εἰς εὐδαιμονίαν, ἀλλὰ νεκροὶ καὶ ἄθλιοι τὸν μακάριον
ἐκεῖνον καὶ ἀθάνατον οἰκήσουσι κόσμον. Ὁ δὲ λόγος ὅτι τὸ
μὲν φῶς ἀνατέλλει, καὶ ὁ ἥλιος καθαρὰν τὴν ἀκτῖνα παρέχει,
ὀφθαλμὸν δὲ οὐκ ἔνι τηνικαῦτα πλασθῆναι· καὶ ἡ μὲν τοῦ
Πνεύματος εὐωδία δαψιλῶς ἐκχεῖται καὶ τὰ πάντα κατέχει,
ὄσφρησιν δὲ οὐκ ἄν τις λάβοι μὴ ἔχων.

Καὶ τῶν μὲν μυστηρίων ἔξεστι κοινωνῆσαι τῷ Υἱῷ
τοῦ Θεοῦ τοὺς «φίλους» κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ «ἃ
ἤκουσε παρὰ τοῦ Πατρὸς» ἐκεῖνος παρ᾿ ἐκείνου μαθεῖν
αὐτούς, ἀνάγκη δὲ φίλους ὄντας αὐτοῦ καὶ «ὦτα ἔχοντας»
ἀφικέσθαι. Οὐ γὰρ ἔστιν ἐνταῦθα φιλίαν συστῆναι καὶ οὖς
ἀνοιγῆναι καὶ ἱμάτιον νυμφικὸν κατασκευασθῆναι καὶ τἄλλα
ἑτοιμασθῆναι ὧν ἐκείνῳ δεῖ τῷ νυμφῶνι, ἀλλὰ τούτων
ἁπάντων ἐργαστήριον οὗτος ὁ βίος· καὶ οἷς οὐκ ἐγένετο
ἁπάντων ἐργαστήριον οὗτος ὁ βίος· καὶ οἷς οὐκ ἐγένετο
ταῦτα πρὶν ἀπελθεῖν, κοινὸν οὐδὲν εἰς ἐκείνην ἐστὶ τὴν ζωήν.
Καὶ μάρτυρες αἱ πέντε παρθένοι καὶ ὁ εἰς τὸν γάμον
κληθείς, ἐπεὶ μὴ ἔχοντες ἦλθον, μὴ κτήσασθαι δυνηθέντες
μήτε ἔλαιον μήτε ἱμάτιον.

No comments:

Post a Comment