Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμωνοῦσι τῷ θελήματι τοῦ θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει ἵνα τὸ αὐτοῦ γένηται θέλημα. θέλει γὰρ τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.
Τί ἄλλο ἀγαθὸν ἀλλ' ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν.
No comments:
Post a Comment