(24.) Ὅτι δ᾿ ἡ τοῦ θυσιαστηρίου δύναμις τὸ μύρον ἐστίν,ἐχρῆν τῇ δυνάμει ταύτῃ καὶ τὴν ὑποκειμένην ὕλην οἰκείωςἔχειν· δρᾶσαι γὰρ ἂν οὕτω βέλτιον, ὥσπερ καὶ πῦρ καὶ
φῶς διὰ τῶν ἐπιτηδείων, οἶμαι, σωμάτων· ἐπεὶ καὶ τοὔνομα
αὐτὸ τοῦ Σωτῆρος, ὃ πάντα ἐδύνατο καλούμενον, οὐκ ἐν (5)
τοῖς ἁπάντων στόμασι τὴν ἰσχὺν ὁμοίως ἐπεδείκνυ τὴν
αὑτοῦ. Καὶ τοίνυν ζητήσας ὅ τι ἂν τῶν σωμάτων
κατάλληλον ὁ τελεστὴς ὑποθείη τῷ μύρῳ, τῶν μαρτυρικῶνὀστέων ὃ προσήκει μᾶλλον εὗρεν οὐδέν, καὶ ταῦτα μυρίσας
καὶ ἀληλιμμένα τῇ τραπέζῃ προσθείς, τὸ θυσιαστήριον (10)ἀπαρτίζει.
(25.) Μαρτύρων γὰρ τοῖς τοῦ Χριστοῦ μυστηρίοις οὐδὲν
συγγενέστερον, οἷς πρὸς αὐτὸν τὸν Χριστὸν καὶ σῶμα καὶ
πνεῦμα καὶ θανάτου σχῆμα καὶ πάντα κοινά· ὃς καὶ ζῶσι
συνῆν καὶ τελευτώντων τοὺς νεκροὺς οὐκ ἀπολιμπάνει, ἀλλὰ
ταῖς ψυχαῖς ἡνωμένος ἐστὶν ὅπως καὶ τῇ κωφῇ ταύτῃ (5)
σύνεστι καὶ ἀναμέμικται κόνει· καὶ εἴ που τῶν ὁρωμένων
τούτων ἔστιν εὑρεῖν τὸν Σωτῆρα καὶ κατασχεῖν, ἐπὶ τῶνὀστέων ἔξεστι τούτων.

No comments:
Post a Comment