Saint Maximos: The Holy Cross
Τὰ φαινόμενα πάντα δεῖται σταυροῦ· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατ᾿ αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τὴν σχέσιν, ἕξεως· τὰ δὲ νοούμενα πάντα, χρῄζει ταφῆς· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατὰ νοῦν ἐνεργουμένων ὁλικῆς ἀκινησίας. Τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα φυσικῆς ἐνεργείας τε καὶ κινήσεως, ὁ λόγος μόνος ἐφ᾿ ἑαυτὸν ὑπάρχων, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος ἀναφαίνεται, πάντα κατὰ περιγραφὴν ἔχων τὰ ἐξ αὐτοῦ, μηδενὸς φυσικῇ σχέσει τὴν πρὸς αὐτὸν οἰκειότητα τὸ σύνολον ἔχοντος. Κατὰ χάριν γάρ, ἀλλ᾿ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν σωζομένων σωτηρία.
No comments:
Post a Comment