Tuesday, February 8, 2011

Saint Nicholas Kavasilas concerning Martyrdom and the Altar

(24.) Ὅτι δ᾿ ἡ τοῦ θυσιαστηρίου δύναμις τὸ μύρον ἐστίν,ἐχρῆν τῇ δυνάμει ταύτῃ καὶ τὴν ὑποκειμένην ὕλην οἰκείωςἔχειν· δρᾶσαι γὰρ ἂν οὕτω βέλτιον, ὥσπερ καὶ πῦρ καὶ
φ
ῶς διὰ τῶν ἐπιτηδείων, οἶμαι, σωμάτων· ἐπεὶ καὶ τοὔνομα
α
ὐτὸ τοῦ Σωτῆρος, ὃ πάντα ἐδύνατο καλούμενον, οὐκ ἐν (5)
το
ῖς ἁπάντων στόμασι τὴν ἰσχὺν ὁμοίως ἐπεδείκνυ τὴν
α
ὑτοῦ. Καὶ τοίνυν ζητήσας ὅ τι ἂν τῶν σωμάτων
κατάλληλον
ὁ τελεστὴς ὑποθείη τῷ μύρῳ, τῶν μαρτυρικῶνὀστέων ὃ προσήκει μᾶλλον εὗρεν οὐδέν, καὶ ταῦτα μυρίσας
κα
ὶ ἀληλιμμένα τῇ τραπέζῃ προσθείς, τὸ θυσιαστήριον (10)ἀπαρτίζει.
(25.) Μαρτύρων γ
ὰρ τοῖς τοῦ Χριστοῦ μυστηρίοις οὐδὲν
συγγενέστερον, ο
ἷς πρὸς αὐτὸν τὸν Χριστὸν καὶ σῶμα καὶ
πνε
ῦμα καὶ θανάτου σχῆμα καὶ πάντα κοινά· ὃς καὶ ζῶσι
συν
ῆν καὶ τελευτώντων τοὺς νεκροὺς οὐκ ἀπολιμπάνει, ἀλλὰ
τα
ῖς ψυχαῖς ἡνωμένος ἐστὶν ὅπως καὶ τῇ κωφῇ ταύτῃ (5)
σύνεστι κα
ὶ ἀναμέμικται κόνει· καὶ εἴ που τῶν ὁρωμένων
τούτων
ἔστιν εὑρεῖν τὸν Σωτῆρα καὶ κατασχεῖν, ἐπὶ τῶνὀστέων ἔξεστι τούτων.

No comments:

Post a Comment