Monday, May 9, 2011

Ἅγιος Νικόλαος Καβάσιλας: ἔρωτα μανικόν

Ἔστι τοίνυν πράξεως μὲν ἐπιθυμία πάσης ἀρχή,
ἐπιθυμίας δὲ λογισμός· οὐκοῦν πειρατέον πρό γε πάντων,
τῶν ματαίων ἀπάγειν τὸν τῆς ψυχῆς ὀφθαλμόν, ἐννοιῶν
ἀγαθῶν μεστὴν ἔχοντας ἑκάστοτε τὴν καρδίαν, ὥστε
μηδαμοῦ κενὴν οὖσαν χώραν εἶναι ταῖς πονηραῖς. (5)
(10.) Ὅτι τὸ τὰ Χριστοῦ μελετᾶν ἀεὶ καὶ στρέφειν ἐν τῇ
ψυχῇ τῆς ἐργασίας τῶν ἐντολῶν αἴτιον καὶ ἀρχὴ γίνεται·
καὶ περὶ τῆς τοιαύτης μελέτης.
Πολλῶν δὲ ὄντων ἃ μελέτης ὕλην καὶ ψυχῆς ἔργον καὶ
νοῦ τρυφὴν καὶ διατριβὴν ποιεῖσθαι προσῆκε, τὸ πάντων (5)
ἥδιστον καὶ λυσιτελέστατον καὶ φθέγξασθαι καὶ λογίσασθαι,
τῶν μυστηρίων ὁ λόγος καὶ ὃν ἐνθένδεν ἔσχομεν πλοῦτον·
καὶ τίνες μὲν ἦμεν πρὶν μεμυῆσθαι, τίνες δὲ καθέσταμεν
μυηθέντες· καὶ τίς μὲν ἡ προτέρα δουλεία, τίς δὲ ἡ νῦν
ἐλευθερία καὶ βασιλεία· καὶ τίνα μὲν ἡμῖν ἤδη τῶν ἀγαθῶν (10)
παρεσχέθη, τίνα δὲ ἀπόκειται· καὶ πρό γε τούτων, τίς ἡμῖν @1
ἁπάντων τούτων ὁ χορηγὸς καὶ οἷον μὲν αὐτῷ τὸ κάλλος,
ὁποῖος δὲ τὴν χρηστότητα, καὶ ὅπως ἐφίλησε τὸ γένος καὶ
ὁποῖος δὲ τὴν χρηστότητα, καὶ ὅπως ἐφίλησε τὸ γένος καὶ
ἡλίκος ὁ ἔρως.
(11.) Τούτων γὰρ τὴν διάνοιαν προκατειληφότων καὶ τὴν
ψυχὴν κατασχόντων, οὐ ῥᾴδιον ἐπ᾿ ἄλλο βλέψαι τὸν
λογισμὸν καὶ τὴν ἐπιθυμίαν μετενεγκεῖν ἑτέρωσε, οὕτω μὲν
καλῶν ὄντων, οὕτω δὲ ἐπαγωγῶν· αἵ τε γὰρ εὐεργεσίαι
πλήθει καὶ μεγέθει νικῶσι, τό τε φίλτρον ὅθεν ἐπὶ ταύτας (5)
προήχθη, μεῖζον ἢ λογισμοῖς ἀνθρώπων ὑποπεσεῖν.
(12.) Καθάπερ γὰρ τῶν ἀνθρώπων τοὺς ἐρῶντας ἐξίστησι
τὸ φίλτρον, ὅταν ὑπερβάλῃ καὶ κρεῖττον γένηται τῶν
δεξαμένων, τὸν ἴσον τρόπον ὁ περὶ τοὺς ἀνθρώπους ἔρως
τὸν Θεὸν ἐκένωσεν. Οὐ γὰρ κατὰ χώραν μένων καλεῖ πρὸς
ἑαυτὸν ὃν ἐφίλησε δοῦλον, ἀλλ᾿ αὐτὸς ζητεῖ κατελθών· καὶ (5)
πρὸς τὴν καταγωγὴν ἀφικνεῖται τοῦ πένητος ὁ πλουτῶν·
καὶ προσελθών, δι᾿ ἑαυτοῦ μηνύει τὸν πόθον, καὶ ζητεῖ τὸ
ἴσον, καὶ ἀπαξιοῦντος οὐκ ἀφίσταται· καὶ πρὸς τὴν ὕβριν
οὐ δυσχεραίνει, καὶ διωκόμενος προσεδρεύει ταῖς θύραις,
καὶ ἵνα τὸν ἐρῶντα δείξῃ πάντα ποιεῖ, καὶ ὀδυνώμενος φέρει (10)
καὶ ἀποθνῄσκει.
(13.) Ἐπεὶ γὰρ δυοῖν ὄντων ἃ δῆλον καθίστησι καὶ
θριαμβεύει τὸν ἐραστήν· τοῦ τε πᾶσιν οἷς ἔξεστιν εὖ ποιεῖν
τὸν ἐρώμενον, τοῦ τε δεινὰ πάσχειν αἱρεῖσθαι περὶ αὐτοῦ
καὶ ὀδυνᾶσθαι δεῆσαν, δεῖγμα μὲν φιλίας τοῦ προτέρου τὸ
δεύτερον γένοιτ᾿ ἂν πολλῷ τινι μεῖζον, τῷ Θεῷ δὲ οὐκ ἐξῆν (5)
ἀπαθεῖ ὄντι κακῶν· ἀλλὰ φιλάνθρωπος ὢν εὐεργετεῖν μὲν
εἶχε τὸν ἄνθρωπον, ἀνέχεσθαι δὲ ὑπὲρ αὐτοῦ πληττόμενος
οὐδ᾿ ἐγγύς· καὶ τὸ μὲν φίλτρον ὑπερφυὲς ἦν, τὸ δὲ σημεῖον @1
ᾧ δῆλον ἂν ἦν οὐ προσῆν, ἔδει δὲ μὴ λανθάνειν σφόδρα
φιλῶν, ἀλλὰ τῆς μεγίστης ἀγάπης δοῦναι πεῖραν ἡμῖν καὶ (10)
δεῖξαι τὸν ἔσχατον ἐρῶν ἔρωτα· ταύτην μηχανᾶται τὴν
κένωσιν καὶ πραγματεύεται καὶ ποιεῖ δι᾿ ὧν οἷός τε γένοιτ᾿
κένωσιν καὶ πραγματεύεται καὶ ποιεῖ δι᾿ ὧν οἷός τε γένοιτ᾿
ἂν δεινὰ παθεῖν καὶ ὀδυνηθῆναι· καὶ οὕτως οἷς ἠνέσχετο
πείσας, ὡς ἄρα φιλεῖ διαφερόντως, πρὸς ἑαυτὸν ἐπιστρέψει
τὸν ὅτι πέπειστο μισεῖσθαι φυγόντα τὸν ἀγαθόν. (15)
(14.) Τὸ δὲ πάντων καινότατον· οὐ γὰρ ἤνεγκε μόνον τὰ
δεινότατα πάσχων καὶ ἐπὶ ταῖς πληγαῖς ἀποθνῄσκων, ἀλλὰ
καὶ ἀναβιοὺς καὶ τῆς φθορᾶς ἀναστήσας τὸ σῶμα, τῶν πλη-
γῶν ἔτι περιέχεται τούτων καὶ τὰς οὐλὰς ἐπὶ τοῦ σώματος
φέρει, καὶ τοῖς ὀφθαλμοῖς τῶν ἀγγέλων μετὰ τούτων φαίνε- (5)
ται καὶ τὸ πρᾶγμα κόσμον ἡγεῖται καὶ χαίρει δεικνὺς ὅτι
δεινὰ πέπονθε καὶ τἄλλα μὲν ἔρριψεν ὅσα τοῦ σώματος καὶ
ἔστιν αὐτῷ τὸ σῶμα πνευματικὸν καὶ οὔτε βάρους οὔτε
πάχους οὔτ᾿ ἄλλου πάθους αὐτῷ τῶν σωματικῶν οὐδὲν
ὑπελείφθη· τὰς ὠτειλὰς δὲ παντάπασιν οὐκ ἀπέβαλεν οὐδὲν (10)
τελέως ἀπετρίψατο τὰς πληγάς, ἀλλὰ στέργειν ᾠήθη διὰ τὸ
περὶ τὸν ἄνθρωπον φίλτρον, ὅτι διὰ τούτων εὗρεν ἀπολω-
λότα καὶ πληττόμενος εἷλε τὸν ἐρώμενον.
(15.) Ἄλλως γὰρ ἔτι συνεστάναι τὰ πληγῶν ἴχνη πῶς ἂν
ἀκόλουθον ἦν ἀθανάτου σώματος, ἃ θνητῶν ἐνίοτε καὶ
φθαρτῶν καὶ τέχνη καὶ φύσις ἐξέβαλεν; Ἀλλ᾿ ὡς ἔοικεν,
ἐπιθυμία μὲν ἦν αὐτῷ περὶ ἡμῶν ἀλγῆσαι πολλάκις· ἐπεὶ
δὲ οὐκ ἐξῆν, τοῦ σώματος αὐτῷ τὴν φθορὰν καθάπαξ (5)
διαφυγόντος, καὶ ἅμα τῶν πληξόντων φειδόμενος ἀνθρώ-
πων, τὰ γοῦν σημεῖα τῆς σφαγῆς ἔγνω τῷ σώματι συντηρεῖν @1
καὶ τοῖς τύποις ἀεὶ συνεῖναι τῶν τραυμάτων ὧν ἅπαξ
ἐνεγέγραπτο σταυρωθείς, ἵνα δῆλος ὡς ἄρα περὶ τῶν δούλων
ἐσταύρωται καὶ τὴν πλευρὰν ἐνύγη πόρρωθεν ᾖ, καὶ μετὰ (10)
τῆς ἀκτῖνος ἐκείνης τῆς ἀπορρήτου καὶ ταῦτα κόσμον ἔχῃ
τῷ βασιλεῖ.
(16.) Τί τοῦ φίλτρου τούτου γένοιτ᾿ ἂν ἴσον; τί τοσοῦτον
ἐφίλησεν ἄνθρωπος; τίς οὕτω μήτηρ φιλόστοργος ἢ πατὴρ
ἐφίλησεν ἄνθρωπος; τίς οὕτω μήτηρ φιλόστοργος ἢ πατὴρ
φιλότεκνος; ἢ τίς τῶν καλῶν οὑτινοσοῦν οὕτως ἔλαβεν
ἔρωτα μανικόν, ὥστε ὅτι φιλεῖ, παρ᾿ αὐτοῦ τοῦ φιλουμένου
πληγεὶς οὐκ ἀνασχέσθαι μόνον οὐδὲ τὸ φίλτρον ἔτι περὶ (5)
τὸν ἀγνώμονα σῴζειν, ἀλλὰ καὶ αὐτὰ τοῦ παντὸς ἡγεῖσθαι
τὰ τραύματα; καίτοι ταῦτα γένοιτ᾿ ἂν οὐ φιλοῦντος μόνον,
ἀλλὰ καὶ σφόδρα τιμῶντος, εἰ δὴ τῆς ἐσχάτης τοῦτο τιμῆς
τὸ μηδὲ τοῖς ἀρρωστήμασι τῆς φύσεως ἐπαισχύνεσθαι, ἀλλὰ
μετὰ τῶν μωλώπων ὧν τῆς ἀνθρωπίνης ἐκληρονόμησεν (10)
ἀσθενείας, ἐπὶ τοῦ βασιλείου καθῆσθαι θρόνου.

No comments:

Post a Comment