Tuesday, July 2, 2013

Ἅγιος Νικόλαος Καβάσιλας


Ἀπολυτίκιον
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος, καὶ ὑποφήτης σοφός, δογμάτων τῆς πίστεως, καὶ ἀρετῶν ἱερῶν, Νικόλαε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ βίου καὶ λόγου. Ὅθεν Θεσσαλονίκη, τῇ σῇ δόξῃ καυχάται, καὶ πόθῳ ἑορτάζει, τὴν πάνσεπτον μνήμην σου.

Κοντ
άκιον
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Λόγ
ῳ ἐνθέῳ ἀνύων τὸν βίον σου, περιφανὴς ἐν σοφίᾳ καὶ χάριτι, καὶ ἐν λόγου δυνάμει γενόμενος, τῆς εὐσεβείας διδάσκαλος πέφηνας· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.

Κ
άθισμα
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Το
ῦ κόσμου ὑπέρτερος, καίτοι ἐν κοσμῶ τελῶν, ἐδείχθης Νικόλαε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ γνώμης στεῤῥότητι· ὅθεν σε μετὰ τέλος, ἡ οὐράνιος δόξα, δέδεκται θεοφόρε, ὡς θεράποντα θεῖον καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑπὲρ ἡμῶν ἱκέτευε.
Ὁ Οἶκος
Ἀπὸ νεότητος σοφέ, ἀνατεθεὶς Κυρίῳ, τῶν ἐνταλμάτων τοῦ Θεοῦ, ἐν διανοίᾳ καθαρᾷ, ἐβάδισας τὰς τρίβους· καὶ τῆς σοφίας καταλαβὼν τὸ ἄκρον, πολὺς ἐν φρονήσει, καὶ μέγας ἐν γνώσει παντοδαπεῖ ἀνεδείχθης ἐν τῷ κόσμῳ· τῆς γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ζωηφόρου ἐνεργείας τοῦ Παρακλήτου τὰς διαδόσεις εἰσεδέξω, καὶ τῆς εὐσεβείας μυσταγωγεὶς τὴν λαμπρότητα, καὶ ἐναρέτου ζωῆς τὴν ἀκρίβειαν, καὶ τῶν θείων δογμάτων τὸ ἀπαραχάρακτον κῦρος, ὡς ἀληθείας ὑποφήτης θεόσοφος, καὶ τοῦ Χριστοῦ θεράπων γνήσιος· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.

Μεγαλυν
άριον
Λόγ
ῳ καὶ σοφία πνευματικῇ, λαμπρῶς διαπρεπῶν, ὡς τῷ βίῳ διαπρεπής, διδάσκαλος θεῖος, τῆς Ἐκκλησίας ὤφθης, Νικόλαε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

No comments:

Post a Comment