Tuesday, June 18, 2013

Ἅγιος Νικόλαος Καβάσιλας: Περὶ τοῦ τρίτου μακαρισμοῦ


Περὶ τοῦ τρίτου μακαρισμοῦ· ὅτι τὸ πρᾴους εἶναι
διὰ τῆς εἰρημένης κατορθοῦται μελέτης.
Πρᾳότητος δὲ πέρι καὶ τοῦ θυμοῦ κρατεῖν, καὶ μὴ πρὸς
τοὺς λελυπηκότας χαλεπῶς ἔχειν, πολλῶν ὄντων δι᾿ ὧν τὴν
ἀληθῆ φιλοσοφίαν ὁ Σωτὴρ εἰσήνεγκεν εἰς τὸν κόσμον, τὰ
πλεῖστα πάντων καὶ μέγιστα προτέθεικε παραδείγματα, καὶ
οἷς εἶπε καὶ οἷς ἐποίησε καὶ ὧν ἠνέσχετο πάσχων.
(66.) Αὐτίκα γὰρ ὑπὲρ τῶν λελυπηκότων, αἵματος ἠνέσ-
χετο καὶ σαρκός· καὶ τούτους ἦλθε λῦσαι ζητῶν, οἷς τὰ
δεινότατα πάντων εἶχεν ἐγκαλεῖν· καὶ παρ᾿ ὧν ἔπειτα ταῖς
εὐεργεσίαις αἷς τὴν φύσιν ἐπηνώρθου, τῶν βασκάνων
ἐπιθεμένων οὐκ ἀνῆκεν εὐεργετῶν· ἀλλ᾿ ὅτι τοὺς δαίμονας
ἐξέβαλλε τῶν ἀνθρώπων, Βεελζεβοὺλ καὶ δαιμονίων ἄρχων
καὶ δεινότατα πάντων ἀκούων, οὐδὲν ἧττον ἤλαυνε· καὶ
τῶν μαθητῶν ἕνα πρὸς αὐτὸν διαφθαρέντα, τοσοῦτον
ἀπέσχεν ἐκβαλεῖν τοῦ χοροῦ, ὥστε καὶ συνῆν ἃ συνεῖναι
φίλοις εἰκός, καὶ ἁλῶν ἐκοινώνει τῷ φονευτῇ καὶ τῶν
ἀπορρήτων τῷ προδότῃ καὶ τῶν αἱμάτων αὐτῶν, καὶ
τελευταῖον παρέσχε περιβαλεῖν καὶ φιλῆσαι.
(67.) Καὶ τὰ μὲν πάντων καινότατα ἐτολμᾶτο· ὑπὲρ ὧν
εὖ πεποίηκεν ἀπέθνῃσκεν· αὐτοὶ τὸ ξίφος ὤθησαν οἱ
παθόντες εὖ· ὁ φίλος τοῦ φόνου τοῖς φονευταῖς ἡγήσατο·
τὸ φίλημα ἦν τοῦ φόνου σύνθημα. Καὶ ὁ ταῦτα πάσχων
οὕτως ἡμέρως εἶχε καὶ φιλανθρώπως, ὥστε ὑπό του τῶν
μαθητῶν πληγέντος τῶν κυνῶν ἐκείνων ἑνός, αὐτὸν τὴν
πληγὴν μὴ παραδραμεῖν, ἀλλ᾿ εὐθὺς ἰάσασθαι, τοῦ μέλους
ἁψάμενον. Καὶ οὕτω σημεῖον ἐξενεγκόντος τῆς τε ὑπερφυοῦς
ἰσχύος καὶ ἡμερότητος τῆς ἐσχάτης, οὔτε ταύτην φοβη-
θέντας οὔτ᾿ ἐκείνην αἰδεσθέντας, οὐκ ἀπώλεσεν οὐδὲ πῦρ
ὗσε τοῖς μιαροῖς οὐδὲ κεραυνοῖς ἔβαλε, δικαίους ὄντας καὶ
τούτων καὶ εἴ τι χεῖρον.
Ἀλλ᾿ ὁ μὲν τῶν ἀγγέλων χορὸς ἀδεῶς οὐδὲ προσβλέπειν
εἶχον αὐτῷ, τοῖς δὲ ἕλκουσιν ἠκολούθει καὶ παρεῖχε
συνδῆσαι χεῖρας, αἷς ὑπεχώρει δεσμὰ νόσου καὶ δαιμόνων
ἐλύετο τυραννίς· καὶ παίσαντα κατὰ κόρρης αὐτὸν τὸν
κάκιστ᾿ ἀπολούμενον δοῦλον ἐξόν, οὐ διέφθειρεν, ἀλλ᾿ ἠπίως
μάλα καὶ φιλανθρώπως λόγων ἠξίου καὶ διωρθοῦτο τὴν
γνώμην τό γ᾿ ἐπ᾿ αὐτῷ.
(68.) Εἶτα θανάτου τιμησάντων αὐτῷ τῶν μιαρῶν δικασ-
τῶν σιωπῇ φέρει τὴν ψῆφον· καὶ δεξάμενος τὸ τίμημα
καὶ προσηλωθεὶς ἤδη τῷ ξύλῳ, τὸ πρὸς τοὺς φονευτὰς
οὕτως οὐ διέλυσε φίλτρον, ὥστε τοῦ γεγεννηκότος ἐδεῖτο
τοῦ πρὸς τὸν Μονογενῆ τολμήματος μηδεμίαν παρ᾿ αὐτῶν
εἰσπράξασθαι δίκην· καὶ οὐ παρῃτεῖτο περὶ αὐτῶν μόνον,
ἀλλ᾿ ἤδη καὶ ἀπελογεῖτο, καὶ ἦν ἡ φωνὴ τῆς ἀπολογίας,
σφόδρα περικαιομένου καὶ ἐλεοῦντος· «Ἄφες γὰρ αὐτοῖς,
φησί, Πάτερ· οὐ γὰρ οἴδασι τί ποιοῦσι». Καὶ καθάπερ
πατὴρ φιλόστοργος ἀφραίνοντας διὰ τὴν ἡλικίαν παῖδας
οἰκτείρων, ἥμερον αὐτοῖς εἰργάζετο τὸν σωφρονιστήν· καὶ
τότε μὲν μετὰ τούτων ἀπέθνῃσκε τῶν φωνῶν.
(69.) Ἐπεὶ δὲ ἀνεβίω καὶ τῆς ἑορτῆς ἔδει κοινωνοὺς λαβεῖν
τῶν ἐπιτηδείων οἷς ἐνέμεινεν ἡ γνώμη, μὴ μνησικακήσας
ὑπὲρ ὧν ἔλιπον αὐτὸν φυγόντες ἐν μεσημβρίᾳ κινδύνων,
τοὺς μαθητὰς συνεκάλει· καὶ μηνύσας οἷ δεῖ γενομένους
αὐτῷ συνελθεῖν, ἐπεὶ συνῆλθε φανείς, οὐ προφέρει τὴν
φυγήν, οὐδὲ φαίνεταί που πρὸς αὐτοὺς τοσούτου δή τινος
μεμνημένος, καὶ ὡς ἰσχυρίσαντο μὲν αὐτῷ θανάτου πάντες
κοινωνήσειν καὶ τῶν ἐσχάτων, οἱ δ᾿ οὐδὲ τὴν θέαν ἤνεγκαν,
καὶ ταῦτα οὐδὲ παρόντων ἀλλ᾿ ἔτι μελλόντων τῶν δεινῶν.
Ἀλλ᾿ εἰρήνης καὶ Πνεύματος Ἁγίου καὶ τῶν τοιούτων
αὐτοῖς μεταδούς, τὴν τῆς οἰκουμένης ἔπειτα πάσης
ἐπιτρέπει κηδεμονίαν, καταστήσας αὐτοὺς ἄρχοντας ἐπὶ
πᾶσαν τὴν γῆν.
(70.) Καὶ ταῦτα μὲν εἴργαστο κοινῇ τὸν χορόν· τὸν δὲ
κορυφαῖον αὐτόν, πολλάκις ἤδη τὸ πρὸς αὐτὸν προδεδωκότα
φίλτρον καὶ τὴν στοργὴν ἠρνημένον, ὁποῖα; Οὐ γὰρ ὅσον
τὴν ἄρνησιν οὐκ εἰς μέσον ἤγαγεν, οὐδ᾿ ἀνέμνησε τῶν
συνθηκῶν ἐν αἷς ἀπώμοτον ἦν αὐτῷ τὸ μὴ μετασχεῖν τοῦ
θανάτου τῷ διδασκάλῳ, ὧν αὐτίκα παραβάτης ἦν οὐδὲ
μικρὸν διαλιπὼν χρόνον, ἀλλὰ καὶ τοὺς ἀγγελοῦντας τὴν
ἀνάστασιν πέμψας χωρὶς τῶν ἄλλων αὐτῷ καὶ ταύτῃ
τιμήσας, ὁ δὲ καὶ συνελθὼν τὰ φιλικὰ διελέχθη, καὶ
πυνθάνεται τὸν ἑαυτοῦ πόθον εἰ μείζων ἢ παρὰ τοῖς ἄλλοις
τῶν ἑταίρων ἐστὶν ἐν αὐτῷ· καὶ τοῦ Πέτρου φιλεῖν εἰπόντος,
ἔτι ταὐτὸ πυνθάνεται, καὶ τό· «Φιλῶ σε» πάλιν ἀκούσας,
ἀνείρετ᾿ αὖθις εἰ φιλοῖτο· καὶ οὐκ ἂν ἐμοὶ δοκεῖν ἐρωτῶν
ἀνῆκεν πολλάκις εἰ μὴ Πέτρος ἀπεῖπεν ἀνιαθείς, εἰ πρὸς
τὸ μαθεῖν ὅτι φιλοῖτο πολλῶν δέοιτο λόγων, πάντα εἰδώς.
Καίτοι ταῦτα ἦν, οὔτε τὸν φίλον ἀγνοοῦντος, οὔτε τὸν
ἀγνοοῦντα πλαττομένου· τὸ μὲν γὰρ ἦν πλανᾶσθαι, τὸ δ᾿
ἀπατᾶν, ὧν οὐδέτερον τῆς εἰλικρινοῦς ἀληθείας. Ἀλλὰ τοῦτο
μὲν ἐκεῖνο δεικνύντος, ὡς οὐ μνησικακῶν εἴη, τῶν προτέρων
ὁμολογιῶν πεπατημένων· οὐ γὰρ ἂν ἐζήτει δευτέρας· τοῦτο
δὲ τὸ φίλτρον ἀνάπτων τῷ Πέτρῳ, κινδυνεῦσαν ἤδη
σβεσθῆναι μικροῦ. Τὸ γὰρ τοιαύτας μὲν πεύσεις προσάγειν,
πρὸς τοιαύτας δὲ παρακαλεῖν ἀποκρίσεις, πρὸς ἑταιρίαν
παντὸς δύναται μᾶλλον· καὶ μνήμη τῶν φιλικῶν, καὶ τὸ
περὶ τούτων τι λέγειν, οὐχ ὅσον μείζω πεποίηκεν οὖσαν,
ἀλλὰ καὶ μήπω φῦσαν ἐδυνήθη τεκεῖν. Εἶεν.
Οὕτω μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τῶν ἔργων ἐκβάλλων φαίνεται
τὴν ὀργήν· διδάσκοντι δὲ καὶ νομοθετοῦντι, ἆρ᾿ ἔστιν ὃ πρὸ
τῆς πρᾳότητός ἐστιν αὐτῷ;
(71.) Καὶ γὰρ καὶ προσευχὴν αὐτὴν καὶ θυσίαν, μὴ ἂν
προσέσθαι φησίν, ἣν ὀργίλως ἔχοντες ἢ θύωμεν ἢ προσευ-
χώμεθα· καὶ ἄφεσιν ἁμαρτιῶν τὸ κοινὸν ἅπασι δῶρον,
τοῖς ὑπὲρ ἑαυτῶν ὀργιζομένοις οὔποτε δώσειν, κἂν ὑπὲρ
τούτου πάντα ποιῶμεν, κἂν ποταμοὺς ἱδρώτων καὶ δακρύων
χέωμεν, κἂν αὐτὸ ξίφει καὶ πυρὶ προδῶμεν τὸ σῶμα·
τοσούτου τινὸς ἄγων φαίνεται πρᾳότητα.
(72.) Καὶ οὕτως ἀκόλουθον τοὺς τὰ ἐκείνου λογιζομένους,
τὴν καρδίαν πρὸς τοὺς ἀνιῶντας ἥμερον ἔχειν. Ὃ καὶ
δεικνύς, ἂν ἐμὲ γνῶτε, φησίν, ὅπως ἡμερότητος ἔχω, καὶ
ὑμῖν κατασταίη ἂν ἡ καρδία· «Μάθετε γάρ, φησίν, ἀπ᾿
ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.»
(73.) Ἔτι δὲ καὶ τόνδε τὸν τρόπον τῆς περὶ τοῦ Χριστοῦ
μελέτης ἡ πρᾳότης γένοιτ᾿ ἂν ἔργον. Τῆς μὲν γὰρ ἱερᾶς
τραπέζης ἀνάγκη λαβεῖν ἔρωτα, τὸν ἐν τούτοις ζῶντα τοῖς
λογισμοῖς· ταύτης δὲ οὐκ ἐξὸν τυγχάνειν μνησικακοῦντα,
πρὸς πᾶσαν ὀργὴν οὗτος στήσεται, καὶ μίσους τηρήσει
καθαρὰν τὴν ψυχήν. Τὸ γὰρ αἷμα τοῦτο πρὸς διαλλαγὰς
καθαρὰν τὴν ψυχήν. Τὸ γὰρ αἷμα τοῦτο πρὸς διαλλαγὰς
χεθὲν ἐξ ἀρχῆς, οὐκ ἀνάσχοιτ᾿ ἂν δικαίως τῶν ὀργῇ καὶ
θυμῷ δουλευόντων. Εἰ γὰρ καὶ φωνὴν πρὸς τὸν Πατέρα
περὶ τῶν μιαιφόνων ἀφῆκε, καθάπερ τὸ Ἄβελ αἷμα
χεθέν, ἀλλ᾿ οὐκ ἐγράψατο παρ᾿ αὐτῷ τοὺς ἠδικηκότας,
οὐδὲ δίκας ἀπῄτησεν ὥσπερ ἐκεῖνο τὸν ἀδελφόν· ἀλλὰ
τοὐναντίον, καὶ γὰρ ἀπελύετο, καὶ ἡ τοῦ σφαγέντος φωνὴ
συγγώμην εἶχε τοῖς φονευταῖς.

No comments:

Post a Comment